Παρακλητικός Κανών Αγίας Αικατερίνης

Ο Παρακλητικός Κανών Αγίας Αικατερίνης.

Η Αγία Αικατερίνη η Μεγαλομάρτυς εορτάζει στις 25 Νοεμβρίου. Αγία του Θεού Πρέσβευε υπέρ ημών

Ο Ιερεύς: Ευλογητός ο Θεός ημών πάντοτε, νύν καί αεί καί εις τούς αιώνας τών αιώνων.
Ο Αναγνώστης: Αμήν.
Δόξα σοί, ο Θεός ημών, δόξα σοί.
Βασιλεύ Ουράνιε, Παράκλητε, τό Πνεύμα τής αληθείας, ο πανταχού παρών καί τά πάντα πληρών, ο θησαυρός τών αγαθών καί ζωής χορηγός, ελθέ καί σκήνωσον εν ημίν καί καθάρισον ημάς από πάσης κηλίδος καί σώσον, Αγαθέ τάς ψυχάς ημών.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος ελέησον ημάς. (τρείς φορές)
Δόξα Πατρί καί Υιώ καί Αγίω Πνεύματι.
Καί νύν καί αεί καί εις τούς αιώνας τών αιώνων. Αμήν.
Παναγία τριάς, ελέησον ημάς. Κύριε ιλάσθητι ταίς αμαρτίαις ημών. Δέσποτα, συγχώρισον τάς ανομίας ημίν. Άγιε, επισκεψε καί ίασαι τάς ασθενείας ημών, ένεκεν τού ονόματός σου.
Κύριε ελέησον, Κύριε ελέησον, Κύριε ελέησον.

Δόξα Πατρί καί Υιώ καί Αγίω Πνεύματι.
Καί νύν καί αεί καί εις τούς αιώνας τών αιώνων. Αμήν.
Πάτερ ημών, ο εν τοίς ουρανοίς, αγιασθήτω τό όνομά Σου, ελθέτω η βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ως εν ουρανό καί επί τής γής. Τόν άρτον ημών τόν επιούσιον δός ημίν σήμερον, καί άφες ημίν τά οφειλήματα ημών, ως καί ημείς αφίεμεν τοίς οφειλέταις ημών, καί μή εισενέγκης ημάς εις πειρασμόν αλλά ρύσαι ημάς από τού πονηρού.

Απόρρητο: roula_manika

Ψαλμός ρμβ΄ (142)
Κύριε, εισάκουσον τής προσευχής μου, ενώτισαι τήν δέησίν μου εν τή αληθεία σου, εισάκουσόν μου εν τή δικαιοσύνη σού καί μή εισέλθης εις κρίσιν μετά τού δούλου σου, ότιου δικαιωθήσεται ενώπιόν σου πάς ζών. ότι κατεδίωξεν ο εχθρός τήν ψυχήν μου, εταπείνωσεν εις γήν τήν ζωήν μου, εκάθισε μέ εν σκοτεινοίς ως νεκρούς αιώνος καί ηκηδίασεν έπ εμέ τό πνεύμά μου, εν εμοί εταράχθη η καρδία μου. Εμνήσθην ημερών αρχαίων, εμελέτησα εν πάσι τοίς έργοις σου, εν ποιήμασι τών χειρών σου εμελέτων. Διεπέτασα πρός σέ τάς χείράς μου, η ψυχή μου ως γή άνυδρος σοί.

Ταχύ εισάκουσόν μου, Κύριε, εξέλιπε τό πνεύμά μου μή αποστρέψης τό πρόσωπόν σου άπ εμού, καί ομοιωθήσομαι τοίς καταβαίνουσιν εις λάκκον. ακουστόν ποίησον μοί τό πρωί τό έλεός σου, ότι επί σοί ήλπισα γνώρισον μοί, Κύριε, οδόν, εν ή πορεύσομαι, ότι πρός σέ ήρα τήν ψυχήν μού εξελού μέ εκ τών εχθρών μου, Κύριε, ότι πρός σέ κατέφυγον. δίδαξον μέ τού ποιείν τό θέλημά σου, ότι σύ ει ο Θεός μού τό πνεύμά σου τό αγαθόν οδηγήσει μέ εν γή ευθεία. Ένεκεν τού ονόματός σου, Κύριε, ζήσεις μέ, εν τή δικαιοσύνη σου εξάξεις εκ θλίψεως τήν ψυχήν μου καί εν τώ ελέει σου εξολοθρεύσεις τούς εχθρούς μου καί απολείς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ότι εγώ δούλός σου ειμι.

Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχος ά΄. Εξομολογείσθε τώ Κυρίω, καί επικαλείσθε τό όνομα τό άγιον αυτού.
Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχος β΄. Πάντα τά έθνη εκύκλωσαν μέ, καί τώ ονόματι Κυρίου ημυνάμην αυτούς.
Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχος γ΄. Παρά Κυρίου εγένετο αύτη, καί έστι θαυμαστή εν οφθαλμοίς ημών.
Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

Είτα τά παρόντα Τροπάρια.
Ήχος δ΄. Ο υψωθείς εν τώ Σταυρώ.
Τή πολυσόφω καί κλυτή Αθληφόρω, Αικατερίνη τή τού Κτίσαντος νύμφη, προσέλθωμεν οι πάσχοντες βοώντες εκ ψυχής. Μάρτυς αξιάγαστε, εξελού τούς σούς δούλους, τής παρούσης θλίψεως, καί μελλούσης ανάγκης. Σύ γάρ μεγίστην έχεις πρός Χριστόν, καί παρρησίαν, σεμνή καί οικείωσιν.
Δόξα Πατρί καί Υιώ καί Αγίω Πνεύματι.
Καί νύν καί αεί καί εις τούς αιώνας τών αιώνων. Αμήν.

Θεοτοκίον
Ου σιωπήσομεν πότε, Θεοτόκε, τά, δυναστείας σου λαλείν οι αναξιοι ει μή γάρ σύ προίστασο πρεσβεύουσα, τίς ημάς ερρύσατο εκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν έως νύν ελευθέρους; Ουκ αποστώμεν, Δέσποινα, εκ σού σούς γάρ δούλους σώζεις αεί, εκ παντοίων δεινών.

Ψαλμός ν΄ (50)
Ελέησον μέ, ο Θεός, κατά τό μέγα έλεός σου καί κατά τό πλήθος τών οικτιρμών σου εξάλειψον τό ανόμημα μουεπί πλείον πλύνον μέ από τής ανομίας μου καί από τής αμαρτίας μού καθάρισον μέ. Ότι τήν ανομίαν μου εγώ γινώσκω, καί η αμαρτία μου ενώπιόν μου εστι διαπαντός. Σοί μόνω ήμαρτον καί τό πονηρόν ενώπιόν σου εποίησα, όπως άν δικαιωθής εν τοίς λόγοις σου, καί νικήσης εν τώ κρίνεσθαι σέ. Ιδού γάρ εν ανομίαις συνελήφθην, καί εν αμαρτίαις εκίσσησε μέ η μήτηρ μου. Ιδού γάρ αλήθειαν ηγάπησας, τά άδηλα καί τά κρύφια της σοφίας σου εδήλωσας μοί. Ραντιείς μέ υσσώπω, καί καθαρισθήσομαι, πλυνείς μέ, καί υπέρ χιόνα λευκανθήσομαι. Ακουτιείς μοί αγαλλίασιν καί ευφροσύνην, αγαλλιάσονται οστέα τεταπεινωμένα.

Αποστρεψον τό πρόσωπόν σου από τών αμαρτιών μου καί πάσας τάς ανομίας μου εξάλειψον. Καρδίαν καθαράν κτίσον εν εμοί, ο Θεός, καί πνεύμα ευθές εγκαίνισον εν τοίς εγκάτοις μου. Μή απορρίψης μέ από τού προσώπου σου καί τό πνεύμά σου τό άγιον μή αντανέλης άπ εμού. Απόδος μοί τήν αγαλλίασιν τού σωτηρίου σου καί πνεύματι ηγεμονικώ στήριξον μέ. Διδάξω ανόμους τάς οδούς σου, καί ασεβείς επί σέ επιστρέψουσι. Ρύσαι μέ εξ αιμάτων ο Θεός, ο Θεός τής σωτηρίας μουαγαλλιάσεται η γλώσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ανοίξεις, καί τό στόμα μου αναγγελεί τήν αίνεσίν σου.

Ότι ει ηθέλησας θυσίαν, έδωκα ανολοκαυτώματα ουκ ευδοκήσεις. Θυσία τώ Θεώ πνεύμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ο Θεός ουκ εξουδενώσει. Αγάθυνον, Κύριε, εν τή ευδοκία σου τήν Σιών, καί οικοδομηθήτω τά τείχη Ιερουσαλήμ τότε ευδοκήσεις θυσίαν δικαιοσύνης, αναφοράν καί ολοκαυτώματα τότε ανοίσουσιν επί τό θυσιαστήριον σού μόσχους.

Είτα ψάλλομεν τάς Ωδάς τού Κανόνος.
Ωδή ά΄. Ήχος πλ. δ΄. Υγράν διοδεύσας.
Αικατερίνης σωθείημεν πρεσβείαις. Αμήν.
Αγία του Θεού πρέσβευε υπέρ ημών
Ακήρατε νύμφη τού Ιησού, προσχες ουρανόθεν, καί ενώτισαι τάς φωνάς, τών πίστει θερμή σοί προσιόντων, Αικατερίνα καί δός τά αιτήματα.
Αγία του Θεού πρέσβευε υπέρ ημών
Ιλέω σου όμματι ευμενώς, ίδε καλλιμάρτυς, τής ψυχής μου τήν συντριβήν, καί όρεξον χείρα βοηθείας, Αικατερίνα τώ σοί ατενίζοντι.
Δόξα Πατρί καί Υιώ καί Αγίω Πνεύματι.
Κενώσας οργίλως ο δυσμενής , τή ψυχή μου Κόρη, τήν πικρίαν τών ηδονών, νεκρόν μέ κατέστησεν αθλίως, αλλ΄ ενιστάσα σύ Μάρτυς μέ ζώωσον.
Καί νύν καί αεί καί εις τούς αιώνας τών αιώνων. Αμήν.

Θεοτοκίον
Αγνείας ταμείον θεοειδές, καί δικαιοσύνης, πρυτανείον φωτολαμπές, Αγνή θεοχώρητε Παρθένε, αγίασόν μου καί σώμα καί έννοιαν.

Ωδή γ΄. Σύ ει τό στερέωμα.
Αγία του Θεού πρέσβευε υπέρ ημών
Τείχος οχυρώτατον, Αικατερίνα πανθαύμαστε, γενού ημίν, τοίς προσδεχομένοις, τήν θερμήν σου αντίληψιν.
Αγία του Θεού πρέσβευε υπέρ ημών
Έξαρον τήν θλίψιν μου, καί τήν πικρίαν τών πόνων μου, εις αληθή, χαρμονήν μετάθες, καί γλυκείαν ανάψυξιν.
Δόξα Πατρί καί Υιώ καί Αγίω Πνεύματι.
Ρώσιν πολυπόθητον, τοίς ασθενέσι χορήγησον, νύμφη Χριστού, καί τοίς τεθλιμμένοις, τήν τερπνήν αγαλλίασιν.
Καί νύν καί αεί καί εις τούς αιώνας τών αιώνων. Αμήν.

Θεοτοκίον
Ίασιν καί λύτρωσιν, ευλογημένη Πανάμωμε, δίδου ημίν, τοίς υμνολογούσι, τής σής δόξης τό μέγεθος.
Διασωσον Παρθενομάρτυς τού ψόγου Αικατερίνα, εκ ποικίλων αρρωστημάτων καί θλίψεων, τούς εξαιτούντας τήν θείαν σου προστασίαν.
Επιβλεψον εν ευμενεία Πανύμνητε Θεοτόκε, επί τήν εμήν χαλεπήν του σώματος κάκωσιν, καί ίασαι τής ψυχής μου τό άλγος.

Είτα μνημονεύει ο Ιερεύς, δί΄ ούς η παράκλησις γίνεται, καί ψάλλομεν τό,
Κύριε ελέησον, ιέ΄.
Ο Ιερεύς. Ότι ελεήμων. Καί ευθύς λέγομεν.

Κάθισμα. Ήχος β΄. Τά άνω ζητών
Παρθένε σοφή, καί Αθληφόρε ένδοξε, καί νύμφη Χριστού, Αικατερίνα πανσεμνέ, κακών τήν απολύτρωσιν, καί παντοίων πταισμάτων τήν άφεσιν, καί τόν σόν νυμφίον δυσώπει παρασχείν, τοίς πόθω γεραίρουσι τούς άθλους σου.

Ωδή δ΄. Εισακήκοα Κύριε
Αγία του Θεού πρέσβευε υπέρ ημών
Νοσημάτων απάλλαξον, καί οδυνηρών συντριμμάτων ανόρθωσον, τούς προστρέχοντας τή σκέπη σου, ώ Κατερίνα πολυδόξαστε.
Αγία του Θεού πρέσβευε υπέρ ημών
Η πρεσβεία σου γένοιτο, δρόσος θυμηδίας καί παρακλήσεως, τοίς παλαιουσιν εν θλίψεσι, καί εταζομένοις δεινοίς μάστιξοι.
Αγία του Θεού πρέσβευε υπέρ ημών
Σεσωσμένους προσάγαγε, τώ τερπνώ νυμφίω σου Καλλιπάρθενε, τούς εκ χώρας παραβάσεων, τεταπεινωμένους επανήκοντας.
Δόξα Πατρί καί Υιώ καί Αγίω Πνεύματι.
Στεναγμοίς τέ καί δάκρυσιν, επικαμπτομένη τοίς τών προσφύγων σου, τάς οδύνας τούτων κούφισον, ώ Αικατερίνα τή σή χάριτι.
Καί νύν καί αεί καί εις τούς αιώνας τών αιώνων. Αμήν.

Θεοτοκίον
Ωραιώθης κυήσασα, τόν ωραίον κάλλει Χριστόν, Πανάμωμε, ου καμού τοίς ωραιότησι, θέλξον πανολβίως τήν διάνοιαν.

Ωδή ε΄. Φώτισον ημάς
Αγία του Θεού πρέσβευε υπέρ ημών
Θραύσον τήν ισχύν τού δολίου πολεμήτορος, τού επιτιθεμένου καθ΄ ημών, μανικώς Αικατερίνα καλλιπάρθενε.
Αγία του Θεού πρέσβευε υπέρ ημών
Έκχεον ημίν, πρεσβειών σου τήν χρηστότητα, καί υγίασον ημάς ολοτελώς, τούς κατ΄ άμφω ασθενούντας σεμνοπάρθενε.
Δόξα Πατρί καί Υιώ καί Αγίω Πνεύματι.
Ίδοιμι σεμνή, εν καιρώ τών περιστάσεων, τήν θερμήν σου καί ταχείαν αρωγήν, μεταβάλλουσαν τών πόνων τήν τραχύτητα.
Καί νύν καί αεί καί εις τούς αιώνας τών αιώνων. Αμήν.

Θεοτοκίον
Η τόν αγαθόν, σωματώσασα δί΄ έλεος, τήν αθλίαν μου οικτείρησον ψυχήν, καί αγάθυνον αυτήν θεοχαρίτωτε.

Ωδή στ΄. Ιλάσθητι μοί Σωτήρ
Αγία του Θεού πρέσβευε υπέρ ημών
Μαρτύρων περιφανές, ως αληθώς σεμνολόγημα, Αικατερίνα σοφή, ημάς καθοδήγησον, πρός τρίβον σωτήριον, θείων μαρτυρίων, τού λαμπρώς σέ μεγαλύναντος.
Αγία του Θεού πρέσβευε υπέρ ημών
Εκ πλήθους αμαρτιών, εις πλήθος θλίψεων έφθασα καί καταιγίδες κακών, νύν περιδονούσι μέ, αλλά σύ προφθάσασα, ώ Μεγαλομάρτυς, τής ορμής μέ λύτρωσαι.
Δόξα Πατρί καί Υιώ καί Αγίω Πνεύματι.
Νεκρώσασα αληθώς, ταίς ζωηφόροις πρεσβείαις σου, σαρκός μου τάς εκτροπάς, τήν ψυχήν μου ζώωσον, καί ταύτην καρδίωσον, πρός ζωής αρίστης, αναβάσεις μεγαλώνυμε.
Καί νύν καί αεί καί εις τούς αιώνας τών αιώνων. Αμήν.

Θεοτοκίον
Ποικίλοις περισπασμοίς, καί πειρασμοίς περιπέπτωκα, τού ψεύδους τάς απαρχάς, ο τάλας δρεπόμενος, αλλ΄ ώ Αειπάρθενε, σύ επάκουσόν μου, καί ειρήνευσον τόν βίον μου.
Διασωσον Παρθενομάρτυς τού ψόγου Αικατερίνα, εκ ποικίλων αρρωστημάτων καί θλίψεων, τούς εκζητούντας τήν θείαν σου προστασίαν.
Άχραντε, η διά λόγου τόν Λόγον ανερμηνεύτως, επ΄ εσχάτων τών ημερών τεκούσα δυσώπησον, ως έχουσα μητρικήν παρρησίαν.

Ο Ιερεύς μνημονεύει ως δεδήλωται. Καί μετά τήν εκφώνησιν ψάλλεται.
Κοντάκιον. Ήχος β΄. Ευσπλαχνίας υπάρχουσα
Ευσπλαχνία χρωμένη ώ σεμνή, ευμενώς τάς ικεσίας ημών ενωτίζου, όρεξον ημίν τήν σήν αντίληψιν, βλύσον τών χαρίτων σου τά ρεύματα, τοίς σοί καταφεύγουσιν, εκ πόθου εκάστοτε, Αικατερίνα Μαρτύρων αγαλλίαμα.

Προκείμενον
Υπομένων υπέμεινα τόν Κύριον, καί προσέσχε μοί, καί εισήκουσε τής δεήσεώς μου.
Στίχος: Καί έστησεν επί πέτραν τούς πόδας μου, καί κατηύθυνε τά διαβήματά μου.

Ευαγγέλιον. Εκ τού κατά Μάρκον. (Ε΄. 4-34)
Τώ καιρώ εκείνω ηκολούθει τώ Ιησού όχλος πολύς, καί συνέθλιβον αυτόν. Καί γυνή τίς, ούσα εν ρύσει αίματος έτη δώδεκα, καί πολλά παθούσα υπό πολλών ιατρών, καί δαπανήσασα τά παρ΄ εαυτής πάντα, καί μηδέν ωφεληθείσα, αλλά μάλλον εις τό χείρον ελθούσα, ακούσασα περί τού Ιησού, ελθούσα εν τώ όχλω όπισθεν, ήψατο τού ιματίου αυτού, έλεγε γάρ. Ότι, καν τών ιματίων αυτού άψωμαι, σωθήσομαι. Καί ευθέως εξηράνθη η πηγή τού αίματος αυτής, καί έγνω τώ σώματι ότι ίαται από τής μάστιγος. Καί ευθέως ο Ιησούς επιγνούς εν εαυτώ τήν εξ αυτού δύναμιν εξελθούσαν, επιστραφείς εν τώ όχλω έλεγε: Τίς μου ήψατο τών ιματίων; Καί έλεγον αυτώ οι μαθηταί αυτού. Βλέπεις τόν όχλον συνθλίβοντα σέ, καί λέγεις, τίς μου ήψατο; Καί περιεβλέπετο ιδείν τήν τούτο ποιήσασαν.

Η δέ γυνή, φοβηθείσα καί τρέμουσα, ειδυία ό γέγονεν επ΄ αυτή, ήλθε, καί προσέπεσεν αυτώ, καί είπεν αυτώ πάσαν τήν αλήθειαν. Ο δέ είπεν αυτή. Θύγατερ, η πίστις σου σέσωκε σέ, ύπαγε εις ειρήνην, καί ίσθι υγιής από τής μάστιγός σου.

Δόξα Πατρί καί Υιώ καί Αγίω Πνεύματι.
Ταίς τής Αθληφόρου, πρεσβείαις Ελεήμον, εξάλειψον τά πλήθη τών εμών εγκλημάτων.
Καί νύν καί αεί καί εις τούς αιώνας τών αιώνων. Αμήν.
Ταίς τής Θεοτόκου πρεσβείαις, Ελεήμον, εξάλειψον τά πλήθη, τών εμών εγκλημάτων.

Στίχος: Ελεήμον, ελέησον μέ ο Θεός κατά τό μέγα έλεός σου καί κατά τό πλήθος τών οικτιρμών σου εξάλειψον τό ανόμημά μου.

Προσόμοιον. Ήχος πλ. β΄. Όλην αποθέμενοι
Μάρτυς καλλιπάρθενε, Αικατερίνα Θεοφρον, άνθος καθαρότητος καί σοφίας όργανον, παναρμόνιον, τών δεινών ρύσαι μέ, καί σκολιωτάτην, σοφισμάτων τού αλάστορος, καί εν σεμνότητι, καί δικαιοσύνη πορεύεσθαι, αξίωσον μέ δέομαι, εν τώ βίω τούτω τώ ρέοντι, ως άν θεαρέστως, βιώσας τών αγήρων αγαθών, μέτοχος γένωμαι ένδοξε, τή θερμή δεήσει σου.

Ο Ιερεύς:
Σώσον ο Θεός τόν λαόν σου καί ευλόγησον τήν κληρονομίαν σού επισκεψαι τόν κόσμον σου εν ελέει καί οικτιρμοίς. Υψωσον κέρας Χριστιανών ορθοδόξων καί καταπεμψον εφ΄ ημάς τά ελέη σου τά πλούσια πρεσβείαις τής παναχράντου Δεσποίνης ημών Θεοτόκου καί Αειπαρθένου Μαρίας δυνάμει τού Τιμίου καί Ζωοποιού Σταυρού προστασίαις τών τιμίων επουρανίων Δυνάμεων Ασωμάτων ικεσίαις τού Τιμίου καί Ενδόξου Προφήτου, Προδρόμου καί Βαπτιστού Ιωάννου τών αγίων ενδόξων καί πανευφήμων Αποστόλων ών εν Αγίοις Πατέρων ημών, μεγάλων ιεραρχών καί οικουμενικών διδασκάλων Βασιλείου τού Μεγάλου, Γρηγορίου τού Θεολόγου καί Ιωάννου τού Χρυσοστόμου, Αθανασίου καί Κυρίλλου, Ιωάννου τού Ελεήμμονος, πατριαρχών Αλεξανδρείας. Νικολάου τού εν Μύροις, Σπυρίδωνος επισκόπου Τριμυθούντος, τών Θαυματουργών τών αγίων ενδόξων μεγαλομαρτύρων Γεωργίου τού Τροπαιοφόρου, Δημητρίου τού Μυροβλήτου, Θεοδώρων Τύρωνος καί Στρατηλάτου, τών ιερομαρτύρων Χαραλάμπους καί Ελευθερίου, τών αγίων ενδόξων καί καλλινίκων Μαρτύρων. Τών οσίων καί θεοφόρων Πατέρων ημών. Τών αγίων καί δικαίων θεοπατόρων Ιωακείμ καί ΄Άννης. Τής Αγίας Μεγαλομάρτυρος Αικατερίνης τήνς πανσόφου, καί πάντων σου τών Αγίων. Ικετεύομεν σέ, μόνε πολυέλεε Κύριε. Επάκουσον ημών τών αμαρτωλών δεομένων σου καί ελέησον ημάς.

Ωδή Ζ΄. Παίδες Εβραίων
Αγία του Θεού πρέσβευε υπέρ ημών
Ρείθροις πηγών εκ σωτηρίου, καταπρά΄υ΄νον παθών μου τάς καμίνους, καί πρός ύδωρ τερπνόν, ζωής καί απαθείας, Αικατερίνα πάνσοφε, ίθυνον μέ ταίς ευχαίς σου.
Αγία του Θεού πρέσβευε υπέρ ημών
Έχουσα Μάρτυς παρρησίαν, τώ νυμφίω σου Χριστώ τώ Ζωοδότη, μή ελλίπης αεί, θερμώς καθικετεύειν, Αικατερίνα πάνσοφε, υπέρ τών σοί προσιόντων.
Αγία του Θεού πρέσβευε υπέρ ημών
Συναψον Μάρτυς τή αγάπη, καί απλότητι καί τή φιλαδελφία, τούς τήν σήν ευλαβώς, αιτούντας μεσιτείαν, καί τών σκανδάλων κόπασον, άπασαν οχλαγωγίαν.
Δόξα Πατρί καί Υιώ καί Αγίω Πνεύματι.
Βλέμματι Μάρτυς φιλευσπλάχνω, κατοικτείρησον ημάς χειμαζομένους, καί ειρήνην στερράν, καί ψυχικήν γαλήνην, Αικατερίνα βράβευσον, τοίς πιστώς σέ ευφημούσι.
Καί νύν καί αεί καί εις τούς αιώνας τών αιώνων. Αμήν.

Θεοτοκίον
Έλαιον θείων οικτιρμών σου, καί χρηστότητος τόν γλυκερόν χειμάρρουν, τοίς εν πόνοις πολλοίς, δεινώς οδυνωμένοις, επόμβρησον Πανάμωμε, ως κρουνός τής ευσπλαχνίας.

Ωδή Η΄. Τόν Βασιλέα
Αγία του Θεού πρέσβευε υπέρ ημών
Ισχύν καί ρώμην, κατά παθών ολεθρίων, τή πρεσβεία σου Αικατερίνα δίδου, τοίς υπερυψούσι, τόν σέ ενισχυκότα.
Αγία του Θεού πρέσβευε υπέρ ημών
Άνωθεν σκέπεις, τούς ατενίζοντας Μάρτυς, πρός τήν ένθερμον καί κραταιάν σου σκέπην, τούτους λυτρουμένη, πολυειδών κινδύνων.
Δόξα Πατρί καί Υιώ καί Αγίω Πνεύματι.
Ίλεων Μάρτυς, καί ευμενή τοίς σοίς δούλοις, τόν νυμφίον σου θές ώ Αθληφόρε, ως πολλά πρός τούτον, ισχύουσα θεοφρον.
Καί νύν καί αεί καί εις τούς αιώνας τών αιώνων. Αμήν.

Θεοτοκίον
Σωτηριώδη καταφυγήν εύ ειδώς σέ, τήν ελπίδα μου τής σωτηρίας Κόρη, τή σή δυναστεία, ανέθηκα εις τέλος.

Ωδή Θ΄. Κυρίως Θεοτόκον
Αγία του Θεού πρέσβευε υπέρ ημών
Αγγέλων συμπολίτις, Αικατερίνα ούσα, μή διαλίπης ημάς εποπτεύουσα, τούς ακλινεί διανοία σοί προσανέχοντας.
Αγία του Θεού πρέσβευε υπέρ ημών
Μαστίγων ψυχοφθόρων, καί πάσης επηρείας, αμεταπτώτους ημάς διαφύλαττε, Αικατερίνα Θεοφρον αξιοθαύμαστε.
Δόξα Πατρί καί Υιώ καί Αγίω Πνεύματι.
Ηλίου τού αδύτου, τήν αίγλην δεχομένη, Αικατερίνα Παρθένων ωράΪσμα, τήν τής ψυχής μου σκοτόμαιναν αποδίωξον.
Καί νύν καί αεί καί εις τούς αιώνας τών αιώνων. Αμήν.

Θεοτοκίον
Ναόν μέ φωτοφόρον, τής θείας επιπνοίας, δί΄ εναρέτου ζωής Κόρη έργασαι, τόν αληθή Θεοτόκον ομολογούντα σέ.

Καί ευθύς ψάλλομεν τό
Άξιον εστίν ως αληθώς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν αειμακάριστον καί παναμώμητον καί μητέρα τού Θεού ημών. Τήν τιμιωτέραν τών Χερουβίμ καί ενδοξοτέραν ασυγκρίτως τών Σεραφίμ, τήν αδιαφθόρως Θεόν Λόγον τεκούσαν τήν όντως Θεοτόκον σέ μεγαλύνομεν.
Χαίροις Ορθοδόξων η καλλονή, χαίροις διωχθέντων, καταφύγιον ισχυρόν, χαίροις τών εν θλίψει, καί τών εν εξορία, Προκόπιε Θεοφρον, τό παραμύθιον.

Ο Ιερεύς θυμιά τό Άγιον Θυσιαστήριον, τάς Αγίας Εικόνας, καί τόν Λαόν, ή τόν οίκον όπου ψάλλεται η παράκλησις καί ημείς ψάλλομεν τά παρόντα μεγαλυνάρια.
Χαίρε τής σοφίας μύστις λαμπρά, καί τής ευσεβείας δημηγόρος περιφανής. Χαίροις παρθενίας, η εύπνους μυροθήκη, Αικατερίνα Μάρτυς, αξιοθαύμαστε.
Σώματος εμπρέπουσα καλλονή, καλή καί ωραία, αναδείχθης καί τήν ψυχήν, τώ ωραίω κάλλει, υπέρ υιούς ανθρώπων, καί τούτω ενυμφεύθης αφθόρως ένδοξε.
Χαίροις καλλιπάρθενε ευκλεής,χαίροις τών Παρθένων, καί Μαρτύρων η κορωνίς. Χαίροις τού Σωτήρος, η πανολβία νύμφη, σεμνή Αικατερίνα ημών βοήθεια.
Τής Αλεξανδρείας ώφθης βλαστός, καί Σιναίου όρους, αντιλήπτωρ καί αρωγή, καί πάσης Εκκλησίας, λαμπάς τηλαυγεστάτη, Αικατερίνα άνθος αγνείας εύοσμον.
Πρόσωπον πρός πρόσωπον τόν Χριστόν, αγλαώς ορώσα, τόν νυμφίον σου τόν σεπτόν, αυτόν εκδυσώπει, σοφή Αικατερίνα, ημίν παρασχεθήναι, πταισμάτων άφεσιν.
Σκέπη καί αντίληψις καί φρουρός, έσο Αθληφόρε, τοίς τιμώσι σέ ευλαβώς, νόσων καί κινδύνων, καί πάσης άλλης βλάβης, ημάς εκρυομένη, ταίς ικεσίαις σου.
Πάσαι τών Αγγέλων αί στρατιαί, Πρόδρομε Κυρίου, Αποστόλων η δωδεκάς, οι Άγιοι πάντες μετά τής Θεοτόκου, ποιήσατε πρεσβείαν εις τό σωθήναι ημάς.

Τό Τρισάγιον
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος ελέησον ημάς. (τρείς φορές)
Δόξα Πατρί καί Υιώ καί Αγίω Πνεύματι.
Καί νύν καί αεί καί εις τούς αιώνας τών αιώνων. Αμήν.
Παναγία τριάς, ελέησον ημάς. Κύριε ιλάσθητι ταίς αμαρτίαις ημών. Δέσποτα, συγχώρισον τάς ανομίας ημίν. Άγιε, επισκεψε καί ίασαι τάς ασθενείας ημών, ένεκεν τού ονόματός σου.
Κύριε ελέησον, Κύριε ελέησον, Κύριε ελέησον.
Δόξα Πατρί καί Υιώ καί Αγίω Πνεύματι.
Καί νύν καί αεί καί εις τούς αιώνας τών αιώνων. Αμήν.
Πάτερ ημών, ο εν τοίς ουρανοίς, αγιασθήτω τό όνομά Σου, ελθέτω η βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ως εν ουρανό καί επί τής γής. Τόν άρτον ημών τόν επιούσιον δός ημίν σήμερον, καί άφες ημίν τά οφειλήματα ημών, ως καί ημείς αφίεμεν τοίς οφειλέταις ημών, καί μή εισενέγκης ημάς εις πειρασμόν αλλά ρύσαι ημάς από τού πονηρού.

Τό τροπάριον. Ήχος πλ. ά΄.
Τόν Συνάναρχον Λόγον
Τήν Πανεύφημον νύμφην Χριστού υμνήσωμεν, Αικατερίναν τήν θείαν καί πολιούχον Σινά, τήν βοήθειαν ημών καί αντίληψιν, ότι εφίμωσε λαμπρώς, τούς κομψούς τών ασεβών του Πνεύματος τή δυνάμει. Καί νύν ως Μάρτυς στεφθείσα, αιτείται πάσι τό μέγα έλεος.

Είτα Προσόμοιον. Ήχος Β΄, Ότε εκ τού ξύλου
Μάρτυς καλλιπάρθενε Χριστού, νύμφη ευκλεής του Σωτήρος, Αικατερίνα σοφή, σώζε τούς ικέτας σου, εκ πάσης θλίψεως, καί δεινών περιστάσεων, καί νόσων καί πόνων, καί πάσης φαυλότητος τού κοσμοκράτορος. Σού γάρ η πρεσβεία μεγίστην, κέκτηται ισχύν Αθληφόρε. Μή ούν υπερίδης τούς τιμώντας σέ.

Ήχος πλ. δ΄.
Δέσποινα προσδεξαι, τάς δεήσεις τών δούλων σου, καί λύτρωσαι ημάς, από πάσης ανάγκης καί θλίψεως.

Ήχος β΄
Τήν πάσαν ελπίδα μου, εις σέ ανατίθημι, Μήτερ τού Θεού, φύλαξον μέ υπό τήν σκέπην σου.

Ο Ιερεύς: Δί΄ ευχών τών αγίων πατέρων ημών, Κύριε Ιησού Χριστέ ο Θεός, ελέησον καί σώσον ημάς. Αμήν

ΔΕΙΤΕ ΑΚΟΜΗΠαράκληση στον Άγιο Παϊσιο

Μπορεί επίσης να σας αρέσει Περισσότερα από τον συγγραφέα

Τα σχόλια είναι κλειστά.

Read previous post:
Δεν δικαιώθηκαν οι αριστεροδεξιές Κασσάνδρες!

Με ομόφωνη απόφαση η Επιτροπή των ειδικών του Υπουργείου Υγείας

Close