Προσευχή για ηρεμία στο σπίτι και στην οικογένεια

Εις το όνομα του Πατρός και του Υιού και του Αγίου Πνεύματος. Αμήν.

Δόξα σοι ο Θεός ημών, δόξα σοι

Βασιλεύ ουράνιε, παράκλητε, το Πνεύμα της αληθείας, ο πανταχού παρών και τα πάντα πληρών, ο θησαυρός των αγαθών και ζωής χορηγός, ελθέ και σκήνωσον εν ημίν, και καθάρισον ημάς από πάσης κηλίδος, και σώσον, Αγαθέ, τας ψυχάς ημών.

Δόξα Πατρί, και Υιώ και αγίω Πνεύματι. Και νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.
Παναγία Τριάς, ελέησον ημάς, Κύριε, ιλάσθητι ταίς αμαρτίαις ημών. Δέσποτα, συγχώρησον τας ανομίας ημίν.

Άγιε, επισκεψαι και ίασαι τας ασθενείας ημών, ένεκεν του ονόματός σου. Κύριε ελέησον, Κύριε ελέησον, Κύριε ελέησον.

Δόξα Πατρί, και Υιώ και αγίω Πνεύματι. Και νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.

Πάτερ ημών ο εν τοις ουρανοίς, αγιασθήτω το όνομά σου, έλθετω η βασιλεία σου, γενηθήτω το θέλημά σου, ως εν ουρανώ και επί της γης. Τον άρτον ημών τον επιούσιον δος ημίν σήμερον, και άφες ημίν τα οφειλήματα ημών ως και ημείς αφίεμεν τοις οφειλέταις ημών, και μη εισενέγκης ημάς εις πειρασμόν, αλλά ρύσαι ημάς από του πονηρού.

(Ψαλμός 126)

ΕΑΝ μη Κύριος οικοδομήση οίκον, εις μάτην εκοπίασαν οι οικοδομούντες· εάν μη Κύριος φυλάξη πόλιν, εις μάτην ηγρύπνησεν ο φυλάσσων. 2 εις μάτην υμίν εστι το ορθρίζειν, εγείρεσθαι μετά το καθήσθαι, οι εσθίοντες άρτον οδύνης, όταν δω τοις αγαπητοίς αυτού ύπνον. 3 ιδού η κληρονομία Κυρίου υιοί, ο μισθός του καρπού της γαστρός. 4 ωσεί βέλη εν χειρί δυνατού, ούτως οι υιοί των εκτετιναγμένων. 5 μακάριος ος πληρώσει την επιθυμίαν αυτού εξ αυτών· ου καταισχυνθήσονται, όταν λαλώσι τοις εχθροίς αυτών εν πύλαις.

(Ψαλμός 127)
Προσευχή για ηρεμία στο σπίτι

ΜΑΚΑΡΙΟΙ πάντες οἱ φοβούμενοι τὸν Κύριον, οἱ πορευόμενοι ἐν ταῖς ὁδοῖς αὐτοῦ. 2 τοὺς πόνους τῶν καρπῶν σου φάγεσαι· μακάριος εἶ, καὶ καλῶς σοι ἔσται. 3 ἡ γυνή σου ὡς ἄμπελος εὐθηνοῦσα ἐν τοῖς κλίτεσι τῆς οἰκίας σου· οἱ υἱοί σου ὡς νεόφυτα ἐλαιῶν κύκλῳ τῆς τραπέζης σου. 4 ἰδοὺ οὕτως εὐλογηθήσεται ἄνθρωπος ὁ φοβούμενος τὸν Κύριον. 5 εὐλογήσαι σε Κύριος ἐκ Σιών, καὶ ἴδοις τὰ ἀγαθὰ ῾Ιερουσαλὴμ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου· 6 καὶ ἴδοις υἱοὺς τῶν υἱῶν σου. εἰρήνη ἐπὶ τὸν ᾿Ισραήλ.

(Ψαλμός 139)

Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυΐδ.

2 ΕΞΕΛΟΥ με, Κύριε, ἐξ ἀνθρώπου πονηροῦ, ἀπὸ ἀνδρὸς ἀδίκου ρῦσαί με, 3 οἵτινες ἐλογίσαντο ἀδικίαν ἐν καρδίᾳ, ὅλην τὴν ἡμέραν παρετάσσοντο πολέμους· 4 ἠκόνησαν γλῶσσαν αὐτῶν ὡσεὶ ὄφεως, ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν. (διάψαλμα). 5 φύλαξόν με, Κύριε, ἐκ χειρὸς ἁμαρτωλοῦ, ἀπὸ ἀνθρώπων ἀδίκων ἐξελοῦ με, οἵτινες διελογίσαντο τοῦ ὑποσκελίσαι τὰ διαβήματά μου· 6 ἔκρυψαν ὑπερήφανοι παγίδα μοι καὶ σχοινία διέτειναν, παγίδα τοῖς ποσί μου, ἐχόμενα τρίβους σκάνδαλα ἔθεντό μοι. (διάψαλμα). 7 εἶπα τῷ Κυρίῳ· Θεός μου εἶ σύ, ἐνώτισαι, Κύριε, τὴν φωνὴν τῆς δεήσεώς μου. 8 Κύριε, Κύριε, δύναμις τῆς σωτηρίας μου, ἐπεσκίασας ἐπὶ τὴν κεφαλήν μου ἐν ἡμέρᾳ πολέμου. 9 μὴ παραδῷς με, Κύριε, ἀπὸ τῆς ἐπιθυμίας μου ἁμαρτωλῷ· διελογίσαντο κατ᾿ ἐμοῦ, μὴ ἐγκαταλίπῃς με, μήποτε ὑψωθῶσιν. (διάψαλμα). 10 ἡ κεφαλὴ τοῦ κυκλώματος αὐτῶν, κόπος τῶν χειλέων αὐτῶν καλύψει αὐτούς. 11 πεσοῦνται ἐπ᾿ αὐτοὺς ἄνθρακες, ἐν πυρὶ καταβαλεῖς αὐτούς, ἐν ταλαιπωρίαις οὐ μὴ ὑποστῶσιν. 12 ἀνὴρ γλωσσώδης οὐ κατευθυνθήσεται ἐπὶ τῆς γῆς, ἄνδρα ἄδικον κακὰ θηρεύσει εἰς διαφθοράν. 13 ἔγνων ὅτι ποιήσει Κύριος τὴν κρίσιν τῶν πτωχῶν καὶ τὴν δίκην τῶν πενήτων. 14 πλὴν δίκαιοι ἐξομολογήσονται τῷ ὀνόματί σου, κατοικήσουσιν εὐθεῖς σὺν τῷ προσώπῳ σου.

Βίον ένθεον, καλώς ανύσας, σκεύος τίμιον του Παρακλήτου, Ανεδείχθης θεοφόρε Αρσένιε, και των θαυμάτων την χάριν δεξάμενος, πάσι παρέχεις ταχείαν βοήθειαν, Πάτερ ’Οσιε Χριστόν τον Θεόν ικέτευε, δωρήσασθαι ημίν το μέγα έλεος.

Μπορεί επίσης να σας αρέσει Περισσότερα από τον συγγραφέα

Τα σχόλια είναι κλειστά.

Read previous post:
Κερκύρας Νεκτάριος: Στη σημερινή εποχή των διωγμών κατά της Εκκλησίας είναι πολύ σημαντική η αρωγή των Μοναστηριών
Κερκύρας Νεκτάριος: Όχι στις προσταγές της Νέας Εποχής

Στην Ιερά Μονή Αγίων Θεοδώρων Καμάρας

Close