Προσευχή για τους νέους που σπουδάζουν (για φώτιση)

Προσευχή για τους νέους που σπουδάζουν (για φώτιση)

Εἰς τό ὄνομα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος . Ἀμήν.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές).

Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.

Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά
ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.
Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς. Ἀμήν.

Θεοτόκε Παρθένε, χαῖρε κεχαριτωμένη Μαρία, ὁ Κύριος μετά Σου. Εὐλογημένη Σύ ἐν γυναιξί, καί εὐλογημένος ὁ καρπός τῆς κοιλίας Σου, ὅτι Σωτήρα ἔτεκες, τῶν ψυχῶν ἠμῶν.
Βαπτιστά τοῦ Χριστοῦ, πάντων ἠμῶν μνήσθητι, ἴνα ρυσθῶμεν τῶν ἀνομιῶν ἠμῶν, σοί γάρ ἐδόθη χάρις, πρεσβεύειν ὑπέρ ἠμῶν.
Βίον ἔνθεον, καλῶς ἀνύσας, σκεῦος τίμιόν του Παρακλήτου, ἀνεδείχθης θεοφόρε Ἀρσένιε, καί τῶν θαυμάτων τήν χάριν δεξάμενος, πάσι παρέχεις ταχείαν βοήθειαν, πάτερ Ὅσιε, Χριστόν τόν Θεόν ἱκέτευε,
δωρήσασθαι, ἠμίν τό μέγα ἔλεος.

Δεῦτε προσκυνήσομεν καί προσπέσωμεν τῷ Βασιλεῖ ἠμῶν Θεῶ.
Δεῦτε προσκυνήσομεν καί προσπέσωμεν Χριστό τῷ Βασιλεῖ ἠμῶν Θεῶ.
Δεῦτε προσκυνήσομεν καί προσπέσωμεν Αὐτῶ Χριστῷ τῷ Βασιλεῖ καί Θεῶ ἠμῶν.
Ψαλμός 90

Ο ΚΑΤΟΙΚΩΝ ἐν βοηθείᾳ τοῦ ῾Υψίστου, ἐν σκέπῃ τοῦ Θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται. 2 ἐρεῖ τῷ Κυρίῳ· ἀντιλήπτωρ μου εἶ καὶ καταφυγή μου, ὁ Θεός μου, καὶ ἐλπιῶ ἐπ᾿ αὐτόν, 3 ὅτι αὐτὸς ρύσεταί σε ἐκ
παγίδος θηρευτῶν καὶ ἀπὸ λόγου ταραχώδους. 4 ἐν τοῖς μεταφρένοις αὐτοῦ ἐπισκιάσει σοι, καὶ ὑπὸ τὰς πτέρυγας αὐτοῦ ἐλπιεῖς· ὅπλῳ κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ. 5 οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ,
ἀπὸ βέλους πετομένου ἡμέρας, 6 ἀπὸ πράγματος ἐν σκότει διαπορευομένου, ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ. 7 πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιὰς καὶ μυριὰς ἐκ δεξιῶν σου, πρὸς σὲ δὲ οὐκ
ἐγγιεῖ· 8 πλὴν τοῖς ὀφθαλμοῖς σου κατανοήσεις καὶ ἀνταπόδοσιν ἁμαρτωλῶν ὄψει. 9 ὅτι σύ, Κύριε, ἡ ἐλπίς μου· τὸν ῞Υψιστον ἔθου καταφυγήν σου. 10 οὐ προσελεύσεται πρὸς σὲ κακά, καὶ μάστιξ οὐκ ἐγγιεῖ
ἐν τῷ σκηνώματί σου. 11 ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου· 12 ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου· 13 ἐπὶ ἀσπίδα καὶ
βασιλίσκον ἐπιβήσῃ καὶ καταπατήσεις λέοντα καὶ δράκοντα. 14 ὅτι ἐπ᾿ ἐμὲ ἤλπισε, καὶ ρύσομαι αὐτόν· σκεπάσω αὐτόν, ὅτι ἔγνω τὸ ὄνομά μου. 15 κεκράξεται πρός με, καὶ ἐπακούσομαι αὐτοῦ, μετ᾿ αὐτοῦ εἰμι
ἐν θλίψει· ἐξελοῦμαι αὐτόν, καὶ δοξάσω αὐτόν. 16 μακρότητα ἡμερῶν ἐμπλήσω αὐτὸν καὶ δείξω αὐτῷ τὸ σωτήριόν μου.
Ευαγγέλιο
Κατά Λουκάν, Κεφάλαιο 2/41-52

41 Καὶ ἐπορεύοντο οἱ γονεῖς αὐτοῦ κατ᾿ ἔτος εἰς ῾Ιερουσαλὴμ τῇ ἑορτῇ τοῦ πάσχα. 42 καὶ ὅτε ἐγένετο ἐτῶν δώδεκα, ἀναβάντων αὐτῶν εἰς ῾Ιεροσόλυμα κατὰ τὸ ἔθος τῆς ἑορτῆς 43 καὶ τελειωσάντων τὰς
ἡμέρας, ἐν τῷ ὑποστρέφειν αὐτοὺς ὑπέμεινεν ᾿Ιησοῦς ὁ παῖς ἐν ῾Ιερουσαλήμ, καὶ οὐκ ἔγνω ᾿Ιωσὴφ καὶ ἡ μήτηρ αὐτοῦ. 44 νομίσαντες δὲ αὐτὸν ἐν τῇ συνοδίᾳ εἶναι ἦλθον ἡμέρας ὁδὸν καὶ ἀνεζήτουν αὐτὸν ἐν
τοῖς συγγενέσι καὶ ἐν τοῖς γνωστοῖς· 45 καὶ μὴ εὑρόντες αὐτὸν ὑπέστρεψαν εἰς ῾Ιερουσαλὴμ ζητοῦντες αὐτόν. 46 καὶ ἐγένετο μεθ᾿ ἡμέρας τρεῖς εὗρον αὐτὸν ἐν τῷ ἱερῷ καθεζόμενον ἐν μέσῳ τῶν διδασκάλων
καὶ ἀκούοντα αὐτῶν καὶ ἐπερωτῶντα αὐτούς· 47 ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες αὐτοῦ ἐπὶ τῇ συνέσει καὶ ταῖς ἀποκρίσεσιν αὐτοῦ. 48 καὶ ἰδόντες αὐτὸν ἐξεπλάγησαν, καὶ πρὸς αὐτὸν ἡ μήτηρ αὐτοῦ εἶπε
τέκνον, τί ἐποίησας ἡμῖν οὕτως; ἰδοὺ ὁ πατήρ σου κἀγὼ ὀδυνώμενοι ἐζητοῦμέν σε. 49 καὶ εἶπε πρὸς αὐτούς· τί ὅτι ἐζητεῖτέ με; οὐκ ᾔδειτε ὅτι ἐν τοῖς τοῦ πατρός μου δεῖ εἶναί με; 50 καὶ αὐτοὶ οὐ συνῆκαν τὸ
ρῆμα ὃ ἐλάλησεν αὐτοῖς. 51 καὶ κατέβη μετ᾿ αὐτῶν καὶ ἦλθεν εἰς Ναζαρέτ, καὶ ἦν ὑποτασσόμενος αὐτοῖς. καὶ ἡ μήτηρ αὐτοῦ διετήρει πάντα τὰ ρήματα ταῦτα ἐν τῇ καρδίᾳ αὐτῆς. 52 Καὶ ᾿Ιησοῦς προέκοπτε
σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι παρὰ Θεῷ καὶ ἀνθρώποις.

Μπορεί επίσης να σας αρέσει Περισσότερα από τον συγγραφέα

Αφήστε μια απάντηση

Read previous post:
Πως τακτοποιείται ο άνθρωπος και ακτινοβολεί το πρόσωπό του!

Όσο ανεβάζει πνευματικά την ψυχή ένας πολύ ταπεινός λογισμός που θα φέρη για μια στιγμή ο άνθρωπος, δεν την ανεβάζουν...

Close